TLG 4395 001 :: MENETOR :: Fragmentum Fragmentum Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 452. fr. 1 (Περὶ ἀναθεμάτων) Citation: Fragment — (line) | ||
t1 | ΠΕΡΙ ΑΝΑΘΗΜΑΤΩΝ. | |
1 | Athenaeus XIII: Διαβόητος δ’ ἑταίρα γέγονε καὶ ἡ Μιλησία Πλαγγών· ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις νεανίσκος Κολοφώνιος, Βακχίδα ἔχων ἐρωμένην τὴν Σαμίαν. Λόγους οὖν προσενέγκαντος τοῦ | |
5 | νεανίσκου πρὸς αὐτὴν, ἡ Πλαγγὼν, ἀκούσασα τῆς Βακχίδος τὸ κάλλος, καὶ ἀποτρέψαι θέλουσα τὸν νεα‐ νίσκον τοῦ πρὸς αὐτὴν ἔρωτος, ὡς ἀδύνατον ἦν, ᾔτησε τῆς συνουσίας μισθὸν τὸν Βακχίδος ὅρμον, διαβόητον ὄντα. Ὁ δὲ σφοδρῶς ἐρῶν ἠξίωσε τὴν Βακχίδα μὴ πε‐ | |
---|---|---|
10 | ριιδεῖν αὐτὸν ἀπολλύμενον. Καὶ ἡ Βακχὶς, τὴν ὁρμὴν κατιδοῦσα τοῦ νεανίσκου, ἔδωκε. Πλαγγών τε, τὸ ἄζηλον συνιδοῦσα τῆς Βακχίδος, τὸν μὲν ἀπέπεμψεν ἐκείνῃ, τῷ δὲ ὡμίλησε. Καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιέπουσαι τὸν ἐραστήν. Ἐφ’ οἷς Ἴωνες ἀγασθέντες, | |
15 | ὥς φησι Μενέτωρ ἐν τῷ Περὶ ἀναθημάτων, Πασιφίλαν | |
ἐκάλεσαν τὴν Πλαγγόνα. | 452 |